Ancient Greek · ~1 min
Section 16
Andocides, Περὶ τῶν μυστηρίων 16
Not analysed yet
τρίτη μήνυσις ἐγένετο. ἡ γυνὴ Ἀλκμεωνίδου, γενομένη δὲ καὶ Δάμωνος —Ἀγαρίστη ὄνομα αὐτῇ —αὕτη ἐμήνυσεν ἐν τῇ οἰκίᾳ τῇ Χαρμίδου τῇ παρὰ τὸ Ὀλύμπιεῖον μυστήρια ποιεῖν Ἀλκιβιάδην καὶ Ἀξίοχον καὶ Ἀδείμαντον· καὶ ἔφυγον οὗτοι πάντες ἐπὶ ταύτῇ τῇ μηνύσει.