Ancient Greek · ~2 min
Section 32
Andocides, Περὶ τῶν μυστηρίων 32
Not analysed yet
νομίσατε τοίνυν ἀσέβημα οὐδὲν ἔλαττον εἶναι τῶν μηδὲν ἠδικηκότων ἀσεβεῖν καταγνῶναι ἢ τοὺς ἠσεβηκότας μὴ τιμωρεῖσθαι. ὥστʼ ἐγὼ ὑμῖν πολὺ μᾶλλον τῶν κατηγόρων πρὸς τοῖν θεοῖν ἐπισκήπτω, ὑπέρ τε τῶν ἱερῶν ἃ εἴδετε, καὶ ὑπὲρ τῶν Ἑλλήνων οἳ τῆς ἑορτῆς ἕνεκα ἔρχονται δεῦρο· εἰ μέν τι ἠσέβηκα ἢ ὡμολόγηκα ἢ ἐμήνυσα κατά τινος ἀνθρώπων, ἢ ἄλλος τις περὶ ἐμοῦ, ἀποκτείνατέ με· οὐ παραιτοῦμαι· εἰ δὲ οὐδὲν ἡμάρτηταί μοι,