Ancient Greek · ~1 min
Section 42
Andocides, Περὶ τῶν μυστηρίων 42
Not analysed yet
ἀποκρίνασθαι δὲ αὐτὸς πρὸς ταῦτα ὅτι βουλεύσοιτο· ἡμᾶς δὲ κελεύειν αὐτὸν ἥκειν εἰς Καλλίου τοῦ Τηλοκλέους, ἵνα κἀκεῖνος παρείη. τὸν δʼ αὖ κηδεστήν μου οὕτως ἀπώλλυεν. ἥκειν ἔφη εἰς Καλλίου, καὶ καθομολογήσας ἡμῖν πίστιν δοῦναι ἐν ἀκροπόλει, καὶ ἡμᾶς συνθεμένους οἱ τὸ ἀργύριον εἰς τὸν ἐπιόντα μῆνα δώσειν διαψεύδεσθαι καὶ οὐ διδόναι· ἥκειν οὖν μηνύσων τὰ γενόμενα.