Ancient Greek · ~3 min
Section 45
Andocides, Περὶ τῶν μυστηρίων 45
Not analysed yet
ἡ δὲ βουλὴ ἐξελθοῦσα ἐν ἀπορρήτῳ συνέλαβεν ἡμᾶς καὶ ἔδησεν ἐν τοῖς ξύλοις. ἀνακαλέσαντες δὲ τοὺς στρατηγοὺς ἀνειπεῖν ἐκέλευσαν Ἀθηναίων τοὺς μὲν ἐν ἄστει οἰκοῦντας ἰέναι εἰς τὴν ἀγορὰν τὰ ὅπλα λαβόντας, τοὺς δʼ ἐν μακρῷ τείχει εἰς τὸ Θησεῖον, τοὺς δʼ ἐν Πειραιεῖ εἰς τὴν Ἱπποδαμείαν ἀγοράν, τοὺς δʼ ἱππέας ἔτι πρὸ νυκτὸς σημῆναι τῇ σάλπιγγι ἥκειν εἰς τὸ Ἀνάκειον, τὴν δὲ βουλὴν εἰς ἀκρόπολιν ἰέναι κἀκεῖ καθεύδειν, τοὺς δὲ πρυτάνεις ἐν τῇ θόλῳ. Βοιωτοὶ δὲ πεπυσμένοι τὰ πράγματα ἐπὶ τοῖς ὁρίοις ἦσαν ἐξεστρατευμένοι. τὸν δὲ τῶν κακῶν τούτων αἴτιον Διοκλείδην ὡς σωτῆρα ὄντα τῆς πόλεως ἐπὶ ζεύγους ἦγον εἰς τὸ πρυτανεῖον στεφανώσαντες, καὶ ἐδείπνει ἐκεῖ.