Ancient Greek · ~3 min
Section 47
Andocides, Περὶ τῶν μυστηρίων 47
Not analysed yet
Μάρτυρες φέρε δή, καὶ τὰ ὀνόματα ὑμῖν ἀναγνώσομαι τῶν ἀνδρῶν ὧν ἀπέγραψεν, ἵνʼ εἰδῆτε ὅσους μοι τῶν συγγενῶν ἀπώλλυεν, πρῶτον μὲν τὸν πατέρα, εἶτα δὲ τὸν κηδεστήν, τὸν μὲν συνειδότα ἀποδεικνύς, τοῦ δʼ ἐν τῇ οἰκίᾳ φάσκων τὴν σύνοδον γενέσθαι. τῶν δʼ ἄλλων ἀκούσεσθε τὰ ὀνόματα. καὶ αὐτοῖς ἀναγίγνωσκε. Χαρμίδης Ἀριστοτέλους. οὗτος ἀνεψιὸς ἐμός· ἡ μήτηρ ἡ ἐκείνου καὶ ὁ πατὴρ ὁ ἐμὸς ἀδελφοί. Ταυρέας. οὑτοσὶ ἀνεψιὸς τοῦ πατρός. Νισαῖος. υἱὸς Ταυρέου. Καλλίας ὁ Ἀλκμέωνος. ἀνεψιὸς τοῦ πατρός. Εὔφημος. Καλλίου τοῦ Τηλοκλέους ἀδελφός. Φρύνιχος ὁ Ὀρχησαμενοῦ. ἀνεψιός. Εὐκράτης. ὁ Νικίου ἀδελφός. κηδεστὴς οὗτος Καλλίου. Κριτίας. ἀνεψιὸς καὶ οὗτος τοῦ πατρός· αἱ μητέρες ἀδελφαί. τούτους πάντας ἐν τοῖς τετταράκοντα ἀνδράσιν ἀπέγραψεν.