Ancient Greek · ~2 min
Section 5
Andocides, Περὶ τῶν μυστηρίων 5
Not analysed yet
ἐγὼ δέ, ὦ ἄνδρες, πολὺ τὴν ἐναντίαν τούτοις γνώμην ἔχω. ἄλλοθί τε γὰρ ὢν πάντα τὰ ἀγαθὰ ἔχειν στερόμενος τῆς πατρίδος οὐκ ἂν δεξαίμην· τῆς τε πόλεως οὕτω διακειμένης ὥσπερ αὐτοὶ οἱ ἐχθροὶ λέγουσι, πολύ γʼ ἂν αὐτῆς μᾶλλον ἐγὼ πολίτης δεξαίμην εἶναι ἢ ἑτέρων πόλεων, αἳ ἴσως πάνυ μοι δοκοῦσιν ἐν τῷ παρόντι εὐτυχεῖν, ἅπερ γιγνώσκων ἐπέτρεψα διαγνῶναι ὑμῖν περὶ τοῦ σώματος τοῦ ἐμαυτοῦ.