Ancient Greek · ~1 min
Section 69
Andocides, Περὶ τῶν μυστηρίων 69
Not analysed yet
καὶ ταῦτʼ εἰ ἀληθῆ λέγω, ὦ ἄνδρες, ἀναμιμνῄσκεσθε, καὶ οἱ εἰδότες διδάσκετε τοὺς ἄλλους. σὺ δέ μοι αὐτοὺς κάλει τοὺς λυθέντας διʼ ἐμέ· ἄριστα γὰρ ἂν εἰδότες τὰ γενόμενα λέγοιεν εἰς τούτους. οὑτωσὶ δὲ ἔχει, ὦ ἄνδρες· μέχρι τούτου ἀναβήσονται καὶ λέξουσιν ὑμῖν, ἕως ἂν ἀκροᾶσθαι βούλησθε, ἔπειτα δʼ ἐγὼ περὶ τῶν ἄλλων ἀπολογήσομαι.