Ancient Greek · ~2 min
Section 80
Andocides, Περὶ τῶν μυστηρίων 80
Not analysed yet
κατὰ μὲν τὸ ψήφισμα τουτὶ τοὺς ἀτίμους ἐπιτίμους ἐποιήσατε· τοὺς δὲ φεύγοντας οὔτε Πατροκλείδης εἶπε κατιέναι οὔθʼ ὑμεῖς ἐψηφίσασθε. ἐπεὶ δʼ αἱ σπονδαὶ πρὸς Λακεδαιμονίους ἐγένοντο, καὶ τὰ τείχη καθείλετε, καὶ τοὺς φεύγοντας κατεδέξασθε, καὶ κατέστησαν οἱ τριάκοντα, καὶ μετὰ ταῦτα Φυλή τε κατελήφθη Μουνυχίαν τε κατέλαβον, ἐγένετό θʼ ὑμῖν ὧν ἐγὼ οὐδὲν δέομαι μεμνῆσθαι οὐδʼ ἀναμιμνῄσκειν ὑμᾶς τῶν γεγενημένων κακῶν.