Ancient Greek · ~1 min
Section 85
Andocides, Περὶ τῶν μυστηρίων 85
Not analysed yet
ἐδοκιμάσθησαν μὲν οὖν οἱ νόμοι, ὦ ἄνδρες, κατὰ τὸ ψήφισμα τουτί, τοὺς δὲ κυρωθέντας ἀνέγραψαν εἰς τὴν στοάν. ἐπειδὴ δʼ ἀνεγράφησαν, ἐθέμεθα νόμον, ᾧ πάντες χρῆσθε. καί μοι ἀνάγνωθι τὸν νόμον. Νόμος. —ἀγράφῳ δὲ νόμῳ τὰς ἀρχὰς μὴ χρῆσθαι μηδὲ περὶ ἑνός.