Ancient Greek · ~2 min
Section 87
Andocides, Περὶ τῶν μυστηρίων 87
Not analysed yet
Νόμοι. —ἀγράφῳ δὲ νόμῳ τὰς ἀρχὰς μὴ χρῆσθαι μηδὲ περὶ ἑνός. ψήφισμα δὲ μηδὲν μήτε βουλῆς μήτε δήμου νόμου κυριώτερον εἶναι. μηδὲ ἐπʼ ἀνδρὶ νόμον ἐξεῖναι θεῖναι, ἐὰν μὴ τὸν αὐτὸν ἐπὶ πᾶσιν Ἀθηναίοις, ἐὰν μὴ ἑξακισχιλίοις δόξῃ κρύβδην ψηφιζομένοις. τί οὖν ἦν ἐπίλοιπον; οὑτοσὶ ὁ νόμος. καί μοι ἀνάγνωθι τοῦτον. Νόμος. —τὰς δὲ δίκας καὶ τὰς διαίτας κυρίας εἶναι, ὁπόσαι ἐν δημοκρατουμένῃ τῇ πόλει ἐγένοντο. τοῖς δὲ νόμοις χρῆσθαι ἀπʼ Εὐκλείδου ἄρχοντος.