Ancient Greek · ~2 min
Dfhg-Source dfhg4_ANDREAS_PANORMITANUS
ANDREAS PANORMITANUS, Fragmentum 1
Not analysed yet
Καλεῖται δέ τι καὶ τῶν πολιορκητικῶν ὀργάνων σαμβύκη, οὗ τό τε σχῆμα καὶ τὴν κατασκευὴν ἀποδείκνυσι Βίτων ἐν τῷ πρὸς Ἄτταλον Περὶ ὀργάνων. Καὶ Ἀνδρέας ὁ Πανορμίτης ἐν τῷ τριακοστῷ τρίτῳ τῶν Σικελικῶν τῶν κατὰ πόλιν, ὡς ἀπὸ δύο ὄνων (νεῶν Lipsius) προσάγοιτο τοῖς τῶν ἐναντίων τείχεσι· καλεῖσθαί τε σαμβύκην, ἐπειδὴ, ὅταν ἐξαρθῇ, γίνεται σχῆμα νεὼς καὶ κλίμακος ἑνοποιούμενον, ὅμοιον δέ τί ἐστι καὶ τὸ τῆς σαμβύκης.