Ancient Greek · ~3 min
2 to 3
ANDRISCUS, Fragmenta 2-3
Not analysed yet
Περὶ Παγκρατοῦς. Ἱστορεῖ Ἀνδρίσκος ἐν Ναξιακῶν β’. Σκέλλις τε καὶ Κασσαμενὸς, οἰκήτορες Θρᾴκης, ὁρμήσαντες ἀπὸ νήσου τῆς πρότερον μὲν Στρογγύλης, ὕστερον δὲ Νάξου κληθείσης, ἐληίζοντο μὲν τήν τε Πελοπόννησον καὶ τὰς πέριξ νήσους, προσσχόντες δὲ Θεσσαλίᾳ πολλάς τε ἄλλας γυναῖκας κατέσυραν, ἐν δὲ καὶ τὴν Ἁλωέως γυναῖκα Ἰφιμέδην καὶ θυγατέρα αὐτῆς Παγκρατώ· ἧς ἀμφότεροι εἰς ἔρωτα ἀφικόμενοι, ἀλλήλους ἀπέκτειναν. Νάξιοι δὲ, ὡς Ἀνδρίσκος, ἔτι δ ̓ Ἀγλαοσθένης ἱστοροῦσι, μειλίχιον καλεῖσθαι τὸν Διόνυσον, διὰ τὴν τοῦ συκίνου καρποῦ παράδοσιν. Διὸ καὶ πρόσωπον τοῦ θεοῦ παρὰ τοῖς Ναξίοις τὸ μὲν τοῦ Βακχέως Διονύσου καλουμένου εἶναι ἀμπέλινον, τὸ δὲ τοῦ Μειλιχίου σύκινον. Τὰ γὰρ σῦκα μείλιχα καλεῖσθαι.