Ancient Greek · ~2 min
Dfhg-Source dfhg4_ANDROETAS_TENEDIUS
ANDROETAS TENEDIUS, Fragmentum 1
Not analysed yet
Ἐρεψάμενοι δάφνῃ μέτωπα κτλ.] Ἐξ ἧς δάφνης ἀνημμένα ἦν τὰ σχοινία τῆς νεώς. Οὐ ποι8ητικῶς δὲ ἀνέπλασε τὴν δάφνην ὁ Ἀπολλώνιος, ἀλλ ̓ ἔστιν ὄντως ἐν τῷ τόπῳ δένδρον δάφνης εὐμέγεθες, ὥς φησιν Ἀνδροίτας ὁ Τενέδιος ἐν τῷ Περίπλῳ τῆς Προποντίδος, παριστορῶν ὅτι Ἄμυκος μὲν καλεῖται τὸ χωρίον, ἔχει δὲ ἐποίκια καὶ νῦν, διέστηκε δὲ τοῦ Χαλκηδονίου Νυμφαίου σταδίους πέντε. Ἀπολλόδωρος δὲ ἐν τῷ πρώτῳ τῶν Ποντικῶν ἡρῷον (αὐτόθι) φησὶν εἶναι Ἀμύκου ἐκεῖ· καὶ εἴ τις ἐκ τῆς δάφνης κλάδον λάβοι, εἰς λοιδορίαν ἀνίστησι.