Ancient Greek · ~2 min
Dfhg-Source dfhg2_ANDRON_HALICARNASSENSIS
ANDRON HALICARNASSENSIS, Fragmenta 14
Not analysed yet
Πρῶτον μὲν οὖν περὶ Ἀλκιβιάδου] Περὶ τῆς δευτέρας αὐτοῦ λέγει ἀποχωρήσεως, ἣν ἑκὼν ἔφυγε, κατελθὼν μὲν ἐπὶ Ἀντιγένους (Olymp. 93, 3. 407) πρὸ ἐνιαυτοῦ τῶν Βατράχων, διὰ δὲ τὸ πιστεῦσαι Ἀντιόχῳ τῷ κυβερνήτῃ τὸ ναυτικὸν καὶ ἡττηθῆναι ὑπὸ Λυσάνδρου δυσχερανθεὶς ὑπ ̓ Ἀθηναίων. [Ἄνδρων δὲ διαφέρεται πρὸς Ξενοφῶντα περὶ τῆς καθόδου. Καλλίστρατος δέ φησιν ὅτι οὗτος ἦν ὁ καιρὸς, καθ ̓ ὃν ἔφυγεν ὁ Ἀλκιβιάδης. Ὁ δὲ Ἀρίσταρχός φησι, καθ ̓ ὃν ἐκπεσὼν ἐν Λακεδαίμονι διατρίδων ἔπεισε Λακεδαιμονίους Ἀθηναίοις Δεκέλειαν ἐπιτειχίσαι.]