Ancient Greek · ~3 min
Dfhg-Source dfhg2_ANDRON_HALICARNASSENSIS
ANDRON HALICARNASSENSIS, Fragmenta 4
Not analysed yet
Ἄλλη δ ̓ ἄλλων γλῶσσα μεμιγμένη· (φησὶν ὁ ποιητὴς) ἐν μὲν Ἐν δ ̓ Ἐτεόκρητες μεγαλήτορες, ἐν δὲ Κύδωνες, [Ἀχαιοὶ,] Δωριέες τε τριχάῖκες, δῖοί τε Πελασγοί . . . . Τοὺς μὲν οὖν Ἐτεόκρητας καὶ τοὺς Κύδωνας αὐτόχθονας ὑπάρξαι, εἰκός· τοὺς δὲ λοιποὺς ἐπήλυδας, οὓς ἐκ Θετταλίας ἐλθεῖν φησὶν Ἄνδρων τῆς Δωρίδος μὲν πρότερον, νῦν δὲ τῆς Ἑστιαιώτιδος λεγομένης· ἐξ ἧς ὡρμήθησαν, ὥς φησιν, οἱ περὶ τὸν Παρνασὸν οἰκήσαντες Δωριεῖς· καὶ ἔκτισαν τήν τε Ἐρινεὸν καὶ Βόϊον καὶ Κυτίνιον, ἀφ ̓ οὗ καὶ Τριχάϊκες ὑπὸ τοῦ ποιητοῦ λέγονται. Οὐ πάνυ δὲ τὸν τοῦ Ἄνδρωνος λόγον ἀποδέχονται, τὴν μὲν τετράπολιν Δωρίδα τρίπολιν ἀποφαίνοντος, τὴν δὲ μητρόπολιν τῶν Δωριέων ἄποικον Θετταλῶν· τριχάϊκας δὲ δέχονται, ἤτοι ἀπὸ τῆς τριλοφίας, ἢ’ ἀπὸ τοῦ τριχίνους εἶναι τοὺς λόφους ἐφαμίλλους.