Ancient Greek · ~2 min
Dfhg-Source dfhg2_ANDRON_HALICARNASSENSIS
ANDRON HALICARNASSENSIS, Fragmenta 6
Not analysed yet
Οὐδ ̓ Ἑλλάνικος (fr. 103) Ὁμηρικὸς Δουλίχιον τὴν Κεφαλληνίαν λέγων. Τὸ μὲν γὰρ ὑπὸ Μέγητι εἴρηται καὶ αἱ λοιπαὶ αἱ Ἐχινάδες, οἵ τε ἐνοικοῦντες Ἐπειοί τε ἐξ Ἤλιδος ἀφιγμένοι· διόπερ καὶ τὸν Ὦτον τὸν Κυλλήνιον Φυλέως ἑταῖρον μεγαθύμων ἀρχὸν Ἐπειῶν καλεῖ· Αὐτὰρ Ὀδυσσεὺς ἦγε Κεφαλλῆνας μεγαθύμους. Οὔτ ̓ οὖν Δουλίχιον ἡ Κεφαλληνία καθ ̓ Ὅμηρον, οὔτε τῆς Κεφαλληνίας τὸ Δουλίχιον, ὡς Ἄνδρων φησί· τὸ μὲν γὰρ Ἐπειοὶ κατεῖχον, τὴν δὲ Κεφαλληνίαν ὅλην Κεφαλλῆνες· καὶ οἱ μὲν ὑπὸ Ὀδυσσεῖ, οἱ δ ̓ ὑπὸ Μέγητι. Οἱ δὲ Παλεῖς Δουλίχιον ὑφ ̓ Ὁμήρου λέγονται, ὡς γράφει Φερεκύδης.