Ancient Greek
131.7 to 132.1
Andronicus Rhodius, De Passionibus (Lib. 1) [Sp.] 131.7-132.1
Unproofread scanNot analysed yet
10. Παράδειγμα δὲ τῷ λόγῳ Ξενοκράτης μέν, ὁ Πλάτωνος ἑταῖρος, ἐποίησατο τὸ τῶν τριγώνων, θεῷ μὲν ἀπεικάζας τὸ ἰσόπλευρον, θνητῷ δὲ τὸ σκαληνόν, τὸ δ' ἰσοσκελὲς δαιμονίῳ · τὸ μὲν γάρ, ἴσον πάντη · τὸ δ', ἄνισον πάντη· τὸ δέ, πῇ μὲν ἴσον, πῇ δ' ἄνισον, ὥσπερ ἡ δαιμόνων φύσις ἔχουσα καὶ πάθος θνητοῦ καὶ θεοῦ δύναμιν.