Ancient Greek
166.2
Andronicus Rhodius, De Passionibus (Lib. 1) [Sp.] 166.2
Unproofread scanNot analysed yet
13. Ἄγαθὸν δ' εἴπαν αὐτὴν [τὴν ὑγείαν] ὑπάρχειν, οὐ μὴν καὶ πρῶτον, οἷ τε ἀπὸ τῆς Ἀκαδημίας καὶ οἱ ἀπὸ τοῦ περιπάτου. Δεῖν γὰρ ὑπέλαβον ἑκάστῳ τῶν ἀγαθῶν τὴν οἰκεῖαν τάξιν τε καὶ ἀξίαν ἀπονέμειν. Ἐνθεν καὶ ὁ Κράντωρ εἰς ἔμφασιν τοῦ λεγομένου βουλόμενος ἡμᾶς ἄγειν, πᾶνι χαρίεντι συνεχρίσατο παραδείγματι. Εἰ γὰρ νοήσαιμεν, φησί, κοινόν τι τῶν Πανελλήνων θέατρον, εἰς τοῦτό τε ἕκαστον τῶν ἀγαθῶν παρὸν καὶ τῶν προτείνων ἀντιποιούμενον ἥκειν, εὐθὺς καὶ εἰς ἔνοιαν ἀναχθησόμεθα τῆς ἐν τοῖς ἀγαθοῖς διαφορᾶς. Πρῶτον μὲν γὰρ ὁ Πλοῦτος παραπηδήσας ἐρεῖ· ἐγώ, ὦ ἄνδρες Πανελλῆνες, κόσμον παρέχω πᾶσιν ἀνθρώποις καὶ τὰς ἐσθήτας καὶ τὰς ὑποδέσεις καὶ τὴν ἄλλην ἀπόλαυσιν χρειωδῶς εἰμὶ νοσοῦσι καὶ ὑγιαίνουσι, καὶ ἐν μὲν εἰρήνῃ παρέχω τὰ τερπνά, ἐν δὲ πολέμοις νεῦρα a τῶν πράξεων γίνομαι. Τούτων γὰρ δὴ τῶν λόγων ἀκούσαντες οἱ Πανελλῆνες ὁμοθυμαδὸν κελεύσουσιν b ἀποδοῦναι τὰ πρῶταια τῷ Πλούτω.