Ancient Greek
239.2
Andronicus Rhodius, De Passionibus (Lib. 1) [Sp.] 239.2
Unproofread scanNot analysed yet
3. Ἀνάγκη δ’ ἦτοι μίαν εἶναι τὴν ἀρχὴν ἢ πλείους, καὶ εἰ μίαν, ἦτοι ἀκίνητον, ὡς φησὶ Παρμενίδης καὶ Μέλισσος, ἢ κινουμένην ὥσπερ οἱ φυσικοί, οἱ μὲν ἀέρα φάσκοντες εἶναι, οἱ δ’ ὕδωρ τὴν πρώτην ἀρχήν· εἰ δὲ πλείους, ἢ πεπερασμένας ἢ ἀπείρους, καὶ εἰ πεπερασμένας πλείους δὲ μίας, ἢ δύο ἢ τρεῖς ἢ τέτταρας ἢ ἄλλων τινὰ ἀριθμόν, καὶ εἰ ἀπείρους, ἢ οὕτως ὥσπερ Δημόκριτος, τὸ γένος ἕν, σχήματι δὲ ἢ εἴδει διαφερούσας, ἢ καὶ ἐναντίας.