Ancient Greek
253.2
Andronicus Rhodius, De Passionibus (Lib. 1) [Sp.] 253.2
Unproofread scanNot analysed yet
27 Ὅτι δὲ καλῶς εἴρηται ,ὅδηλον καὶ ἐξ ὧν οἱ ἄλλοι περὶ αὐτῆς λέγουσι ,καὶ ἐκ τοῦ μὴ βάρδιον εἶναι διορίσαι ἄλλως αὐτήν. Οὔτε γὰρ τὴν κίνησιν καὶ τὴν μεταβολὴν ἐν ἄλλῳ γένει θεῖναι δύναται ἄν τις οὔτε οἱ ἑτέρως εἰρηκότες περὶ αὐτῆς κατορθοῦσι. Ἀδηλον δὲ σκοποῦσιν ὡς τιθέασιν αὐτὴν ἕνιοι ,ἑτερότητα καὶ ἀνισότητα καὶ τὸ μὴ ὂν φάσκοντες εἶναι τὴν κίνησιν ὧν οὐδὲν ἀναγκαῖον χινεῖσθαι ,οὔτ’ ἂν ἕτερα ἢ, οὔτ’ ἂν ἄνισα ,οὔτ’ ἂν οὐκ ὄντα. Ἄλλ’ οὐδ’ ἡ μεταβολὴ οὔτ’ εἰς ταῦτα οὔτ’ ἐκ τούτων μᾶλλον ἐστιν ἢ ἐκ τῶν ἀντικειμένων. Αἴτιον δὲ τοῦ εἰς ταῦτα τιθέναι ὅτι ἀόριστόν τι δοκεῖ εἶναι ἡ κίνησις ,τῆς δὲ ἑτέρας συστοιχίας αἱ ἀρχαὶ διὰ τὸ στερητικὰ εἶναι ἀόριστοι οὔτε γὰρ τοῦτε οὔτε τοιόνδε οὐδεμία αὐτῶν ἐστιν ,ὅτι οὐδὲ τῶν ἄλλων κατηγοριῶν.