Ancient Greek
255.2
Andronicus Rhodius, De Passionibus (Lib. 1) [Sp.] 255.2
Unproofread scanNot analysed yet
(Aristoteles Phys. lib. III cap. 4 p. 203. b. 15 ed. Bekker. Simplicius fol 107. b. δευτέρα δὲ πίστις τοῦ εἶναι τὸ ἀπειρον ἐκ τῆς ἐν τοῖς μεγέθεσι διαιρέσεως ἢ, ὡς Εὐδήμος φησιν, ἐν τοῖς συνεχέσι· δοκεῖ γὰρ οὐχ ὑπολείπεσθαι. Πέμπτον δὲ ὁ μάλιστα καὶ κυριώτατον φησιν ὁ Ἀριστοτέλης καὶ κοινὴν ἀπορίαν ποιοῦν πᾶσιν ἢ τῆς νοήσεως, ἤτοι τῆς φαντασίας τῆς ἡμετέρας δύναμις, ἀεὶ τι προστιθέναι καὶ ἀφαιρεῖν ἰσχύουσα καὶ μηδέποτε ἠτιωμένη καὶ ὑπολείπουσα. Διὰ γὰρ τοῦτο καὶ ὁ ἀριθμὸς ἐπ’ ἀπειρον αὐξέσθαι δοκεῖ, ὅτι παντὶ τῷ προστιθεμένῳ ἀριθμῷ δυναμένης προσθεῖναι μονάδα ἢ ἀριθμὸν. Καὶ τὰ μαθηματικὰ μεγέθη ἐπ’ ἀπειρον διαιρεῖσθαι καὶ αὐξέσθαι ὅτι πᾶν τὸ λαμβανόμενον δυνατόν τεμεῖν καὶ τὸ ἥδη προσθεῖναι τῇ ἐπινοίᾳ· οὐ γὰρ δὴ τῇ αἰσθήσει. Ἐπειδὴ δὲ ἢ ἐπινόια κατὰ τὰ πράγματα δοκεῖ γίνεσθαι, οἴομεθα τὰ πράγματα οὕτως ἔχειν ὡς φανταζόμεθα. Τὸ αὐτὸ δὲ πάσχομεν καὶ περὶ τὸ ἔξω τοῦ οὐρανοῦ. Ἄει γὰρ τοῦ ληφθέντος ἔξω τι ἐπινουοῦμεν, καὶ οὕτως ἀπειρον δοκεῖ τὸ ἔξω. Καὶ εἰ μὲν κενόν, ὡς ἐδόκει λέγειν Δημόκριτος, ἀπειροῦ ἂν εἴεν καὶ κόσμοι. Τί γὰρ μᾶλλον τοῦ κενοῦ ἐνταῦθα ἢ ἐνταῦθα; ὡστε εἴπερ μοναχοῦ, καὶ πανταχοῦ ἂν εἶναι τὸν σωματικὸν ὄγκον, ὡστε καὶ αὐτὸν ἀπειρον εἶναι. Καὶ ἄλλως εἰ τὸ κενὸν τόπος ἔστι δυνάμενος δέξασθαι σῶμα, ἐπὶ δὲ τῶν αὐτῶν τὸ δυνατόν γενέσθαι πάντως ἂν καὶ γένοιτο, ὡς εἰ μὴ γένοιτο, οὐδὲ ἐνδεχόμενον γενέσθαι· ἐπὶ μὲν γὰρ τῶν φθαρτῶν οὐδὲν κωλύει φθαρῆναι, πρὶν εἰς ἔργον ἐκβῆναι τὸ ἐνδεχόμενον· ἐπὶ δὲ τῶν αἰδίων ἀδύνατον. Διὸ ἐν τοῖς αἰδίοις οὐχ ἔστι τὸ ἐνδεχόμενον, ἀλλ’ ἐν μόνοις τοῖς