Ancient Greek
256.2
Andronicus Rhodius, De Passionibus (Lib. 1) [Sp.] 256.2
Unproofread scanNot analysed yet
32. Ἄλλὰ μὴν οὐδὲ ἐν καὶ ἄπλοῦν εἶναι ἐνδέχεται· τὸ ἄπειρον σῶμα, οὔτε (ὡς λέγουσι τινες) τὸ παρὰ τὰ στοιχεῖα, ἐξ οὗ ταῦτα γεννῶσιν, οὐδ’ ἀπλοῦς. Εἰσὶ γὰρ τινες οἱ τοῦτο ποιοῦσι τὸ ἄπειρον, ἀλλ’ οὐκ ἀέρα ἢ ὕδωρ, ὡς μὴ τἀλλα φθείρηται ὑπὸ τοῦ ἄπειρου αὐτῶν· ἔχουσι γὰρ πρὸς ἀλλήλα ἐναντιοσιν, οἷον ὁ μὲν ἀήρ ψυχρός, τὸ δ’ ὕδωρ ὑγρόν, τὸ δὲ πῦρ θερμόν· ὧν εἰ ἓν ἐν ἄπειρον, ἐφθαρτο ἂν ἡδὴ τἀλλα· νῦν δ’ ἑτερον εἶναι φασιν ἐξ οὗ ταῦτα. Ἄδύνατον δ’ εἶναι τοιούτον, οὐχ ὅτι ἄπειρον (περὶ τούτου μὲν γὰρ κοινόν τι λεκτέον ἐπὶ παντὸς ὁμοίως, καὶ ἀέρος καὶ ὕδατος καὶ πούου), ἀλλ’ ὅτι οὐκ ἔστι τοιούτου, σῶμα αἰσθητὸν παρὰ τὰ στοιχεῖα καλούμενα· ἅπαντα γὰρ ἐξ οὗ ἔστι, καὶ διαλύεται εἰς τοῦτο, ὥστε ἤν ἂν ἐνταῦθα παρὰ ἀέρα καὶ πῦρ καὶ γῆν καὶ ὕδωρ· φαίνεται δ’ οὐδέν.