Ancient Greek
261.2
Andronicus Rhodius, De Passionibus (Lib. 1) [Sp.] 261.2
Unproofread scanNot analysed yet
44. Ὦ μὲν οὖν σώματι ἐστι τι ἔκτος σῶμα περιέχον αὐτό, τοῦτό ἐστιν ἐν τόπῳ, ᾧ δὲ μή, οὔ. Διὸ κὸν ὕδωρ γένηται τοιοῦτο, τὰ μὲν μόρια κινῆσεται αὐτοῦ (περιέχεται γὰρ ὑπ’ ἀλλήλων), τὸ δὲ πᾶν ἐστι μὲν ὡς κινῆσεται· ἐστι δὲ οὔ. Ὦς μὲν γὰρ ὅλον, ἄμα τὸν τόπον οὐ μεταβάλλει, κύκλῳ δὲ κινῆσεται· τῶν μορίων γὰρ οὐ τος ὁ τόπος· καὶ ἄνω μὲν καὶ κάτω οὔ, κύκλῳ δ’ ἔνια. Τὰ δὲ καὶ ἄνω καὶ κάτω, ὅσα ἔχει πῦννωσιν καὶ μάννωσιν. Ὦσπερ δ’ ἐλέχθη, τὰ μὲν ἐστὶν ἐν τόπῳ κατὰ δύναμιν, τὰ δὲ κατ’ ἐνέργειαν. Διὸ ὅταν μὲν συνεχὲς ᾖ τὸ ὁμοιομερές, κατὰ δύναμιν ἐν τόπῳ τὰ μέρη, ὅταν δὲ χωρισθῇ μέν, ἀπτηται ὁ’ ὥσπερ σώρος, κατ’ ἐνέργειαν. Καὶ τὰ μὲν καθ’ αὐτά, ὅσον πᾶν σῶμα ἢ κατὰ φορὰν ἢ κατ’ αὐξησιν κινητὸν καθ’ αὐτό που, ὁ δ’ οὐρανός, ὥσπερ εἴρηται, οὔ που ὅλος οὔδ’ ἐν τινι τόπῳ ἐστίν, εἰ γε μηδὲν αὐτὸν περιέχει σῶμα. Ἐφ’ ᾧ δὲ κινεῖται, ταύτην καὶ τόπος ἐστὶ τοῖς μορίοις· ἕτερον γὰρ ἕτερου ἐχόμενον τῶν μορίων ἐστίν. Τὰ δὲ κατὰ συμβεβηκόσ, ὅσον ἢ ψυχὴ καὶ ὁ οὐρανός· τὰ γὰρ μόρια ἐν τόπῳ πως πάντα· ἐπὶ τῷ κύκλῳ γὰρ περιέρχεται ἄλλο ἄλλο. Διὸ κινεῖται μὲν κύκλῳ τὸ ἄνω, τὸ δὲ πᾶν οὔ που. Τὸ γὰρ που αὐτό τ’ ἐστὶ τι, καὶ ἔστι ἄλλο τι δεῖ εἶναι παρὰ τοῦτο ἐν ᾧ ὁ περιέχει· παρὰ δὲ τὸ πᾶν καὶ ὅλον οὐδὲν ἐστὶν ἔξω τοῦ παντός, καὶ διὰ τοῦτο ἐν τῷ οὐρανῷ πάντα· ὁ γὰρ οὐρανὸς τὸ πᾶν ἔσως. Ἐστι δ’ ὁ τόπος οὐχ ὁ οὐρανός, ἀλλὰ τοῦ οὐρανοῦ τι τὸ ἐσχατον καὶ ἀπτόμενον τοῦ κινητοῦ σώματος πέρας ἡρεμοῦν. Καὶ διὰ τοῦτο ἢ μὲν γῆ ἐν τῷ ὕδατι,