Ancient Greek
263.2
Andronicus Rhodius, De Passionibus (Lib. 1) [Sp.] 263.2
Unproofread scanNot analysed yet
εἰκόνα· (Tim. p. 37. Cf. Phil. Gr. Fragm. vol. II, p. 165) οὐ γὰρ ἀριθμὸν κινήσεως φησὶ λέγειν τὸν χρόνον, ἀλλὰ κατ' ἀριθμὸν κινεῖσθαι, ὅ ἐστι κατὰ τάξιν. Ταῦτα μὲν δ' Ἀλέξανδρος, ἐμὲ δὲ ὑποδεῖξαι χρῆναι πρῶτον μὲν, πόθεν Εὐδήμος ὑπενόησε χρόνον λέγειν τὸν Πλάτωνα τὴν τοῦ οὐρανοῦ περιφορὰν, εἶτα ὅτι οὐκ ἀκολουθεῖ τοῦτο τὸ ἀτοπον τῷ Πλάτωνι, ὡς ὁ Ἀλέξανδρος (leg. Εὐδήμος) συνελόγισατο τὸ χρόνον εἶναι πρὸ χρόνου. Εἰ γὰρ πᾶσα κίνησις, φησίν, ἐν χρόνῳ, δῆλον ὅτι καὶ ἡ πλημμελὴς καὶ ἀτακτος κίνησις ἐν χρόνῳ. Εἰ οὖν ἡ τοιαύτη κίνησις ἦν πρὶν οὐρανὸν γενέσθαι, δῆλον ὅτι καὶ χρόνος ἦν πρὸ τῆς τοῦ οὐρανοῦ περιφορᾶς. Εἰ οὖν αὕτη ὁ χρόνος, εἴη ἂν ὁ χρόνος πρὸ χρόνου, πρὸς ταῦτα οὖν ἀπολογήσασθαι δεῖ. Τὸ γὰρ ὅπως ὁ Πλάτων κατ' ἀριθμὸν ἰούσαν αἰώνιον εἰκόνα τὸν χρόνον εἴπε, τότε μαθησόμεθα, ὅταν Ἀριστοτέλειος ἀριθμὸν κινήσεως λέγοντες τὸν χρόνον ἀκούσωμεν. Καὶ τὸ μὲν τὴν οὐρανοῦ περιφορὰν χρόνον λέγειν τὸν Πλάτωνα, ἐκ τῶνδε οἴμαι τῶν ἐν Τιμαίῳ γεγραμμένων ὑπενονῆθη· (Tim. p. 39. Cf. Phil. Gr. Fragm. vol. II, p. 167. νῦς μὲν οὖν ἡμέρα τε γεγονε διὰ ταύτα ἡ τῆς μιᾶς κυκλικῆς περιόδου· μεῖς δέ, ἐπειδὰν σελήνη τὸν ἑαυτῆς κύκλον περιελθοῦσα ἡλίου ἐπικαταλάβῃ, ἐνιαυτὸς δέ, ὁπόταν ὁ ἥλιος τὸν ἑαυτοῦ περιέλθῃ κύκλον. Τῶν δὲ ἄλλων τὰς περιόδους οὐκ ἐννενοηκότες ἄνθρωποι πλὴν ὀλίγοι τῶν πολλῶν οὔτε ὀνομάζουσιν, οὔτε πρὸς ἄλληλα ἑμμετροῦνται σκοποῦντες ἀριθμοῖς, ὥστε ὡς ἔπος εἰπεῖν οὐκ ἴσασιν χρόνον ὄντα τὰς τούτων πλάνας. Καὶ οὕτω μὲν ἐκάστην περίοδον χρόνον τινὰ δοκεῖ λέγειν, τὴν δὲ τοῦ παντὸς μίαν τὸν ὅλον χρόνον· φησὶ γάρ, ὡς ὁ τέλειος ἀριθμὸς χρόνου τὸν τέλειον ἐνιαυτὸν πληροῖ τότε, ὅταν ἀπασῶν τῶν περιόδων τὰ πρὸς ἄλληλα συμπερανθέντα τάχη σχῇ κεφαλήν τῷ τοῦ ταυτοῦ καὶ ὁμοίως ἀναμετρηθέντα κύκλῳ. Ὅτι δὲ οὐ τὴν κίνησιν τῶν οὐρανίων ὁ Πλάτων λέγει τὸν χρόνον, ἀλλὰ τὸ μέτρον τῆς κινήσεως, σαφὲς μέν, οἴμαι, καὶ ἐκ τούτων τῶν παραγεγραμμένων ἐστὶ. Τὸ γὰρ διὰ τὸ μὴ ἀριθμοῖς συμμετρεῖσθαι τὰς περιόδους, διὰ τοῦτο μὴ εἰδέναι χρόνον ὄντα τὰς τούτων πλάνας σαφὲς δηλοῖ, ὅτι ὁ χρόνος κατὰ τὸ μέτρον εἶναι τῶν κινήσεων ἔχει τὴν οὐσίαν. Ἔστι δὲ ἐναργεστέρον ἐστι μαθεῖν, ὅτι οὐ ταύτῳ τὴν κίνησιν καὶ τὸν χρόνον φησὶν ὁ Πλάτων, ἐὰν εὐρωμεν ἤδη κινηθέντι τῷ παντὶ κατὰ τὸν λόγον διὰ τὴν τῆς ψυχῆς μετουσίαν τότε ὡς μέτρον τῆς κινήσεως ἐπαγαγόντα τὸν χρόνον· λέγει δὲ οὕτως ἐν τῷ Τιμαίῳ μετὰ τὴν τοῦ σωματοποιδοῦς ψύχωσιν (Tim. p. 37. Cf. Phil. Gr. Fragm. vol. II, p. 165) ὡς δὲ κινηθὲν αὐτὸ καὶ ζῶν ἐνενόησε τῶν αἰδίων θεῶν γεγονὸς ἀγαλμα δ' ἐγέννησε πατὴρ, ἠγάσθη τε καὶ ἐφραυνθεῖς ὁμοιον πρὸς τὸ παράδειγμα ἐπενόησεν ἀπεργασάσθαι. Καθάπερ οὖν αὐτὸ τυγχάνει ζῶον αἰδίον ὄν, καὶ τοδε τὸ πᾶν οὕτως εἰς δύναμιν ἐπεχείρησε τοιούτον ἀποτελεῖν. Ἡ μὲν οὖν τοῦ ζῴου φύσις ἐτύγχανεν οὕσα αἰώνιος.