Ancient Greek
280.2
Andronicus Rhodius, De Passionibus (Lib. 1) [Sp.] 280.2
Unproofread scanNot analysed yet
81. Ἔπει δ’ ἐν τοῖς οὖσιν ἀνάγκη κίνησιν εἶναι συνεχῆ, αὕτη δὲ μία ἐστίν, ἀνάγκη δὲ τὴν μίαν μεγέθους τέ τινος εἶναι (οὐ γὰρ κινεῖται τὸ ἀμέγεθες) καὶ ἑνὸς καὶ ὁρ’ ἑνός· οὐ γὰρ ἔσται συνεχής, ἀλλ’ ἑκομένη ἑτέρα ἑτέρας καὶ διηρημένη. Τὸ δὴ κινοῦν εἴ ἐν, ἢ κινοῦμενον κινεῖ ἢ ἀκίνητον ὄν. Εἰ μὲν δὴ κινοῦμενον, συνακολουθεῖν δεήσει καὶ συμμεταβάλλειν αὐτό, ἄμα δὲ κινεῖσθαι ὑπὸ τινος· ὥστε στήσεται καὶ ἴξει εἰς τὸ κινεῖσθαι ὑπὸ ἀκινήτου. Τοῦτο γὰρ οὐκ ἀνάγκη συμμεταβάλλειν, ἀλλ’ ἀεί τε δυνήσεται κινεῖν (ἀπονων γὰρ τὸ οὕτω κινεῖν) καὶ ὁμαλὴς αὕτη ἢ κίησις ἢ μόνη ἢ μάλιστα· οὐ γὰρ ἔχει μεταβολὴν τὸ κινοῦν οὐδεμίαν. Δεῖ δὲ οὐδὲ τὸ κινοῦμενον πρὸς ἐκεῖνον ἔχειν μεταβολήν, ἵνα ὁμοία ἢ ἢ κίνησις. Ἀνάγκη δὴ ἢ ἐν μέσῳ ἢ ἐν κύκλῳ εἶναι· αὗται γὰρ αἱ ἀρχαί. Ἄλλὰ τάχιστα κινεῖται τὰ ἐγγύτατα τοῦ κινοῦντος. Τοιαύτη δ’ ἢ τοῦ ὅλου κίνησις· ἐκεῖ ἄρα τὸ κινοῦν.