Ancient Greek
281.2
Andronicus Rhodius, De Passionibus (Lib. 1) [Sp.] 281.2
Unproofread scanNot analysed yet
82 Ἔχει δ' ἀπορίαν, εἰ ἐνδέχεται τι κινούμενον κινεῖν συνεχῶς· ἀλλὰ μὴ ὡσπερ τὸ ὕδωρ πάλιν καὶ πάλιν, τῷ ἐφεξῆς εἶναι συνεχῶς. Ἡ γὰρ αὐτὸ δεῖ ὧδεῖν τὴ ἕλκειν, ἢ ἀμφο, ἢ ἕτερόν τι ἐκδεχόμενον ἄλλο παρ' ἄλλου, ὡσπερ πάλαι ἐλέχθη ἐπὶ τῶν διπτουμένων. Εἰ δὲ διαιρετὸς ὧν ὁ ἀήρ ἢ τὸ ὕδωρ κινεῖ, ἀλλ' ὡς ἀεὶ κινούμενος, ἀμφοτέρως δ' οὐχ οἷόν τε μίαν εἶναι, ἀλλ' ἐχομένην. Μόνῃ ἄρα συνεχὴς ἢν κινεῖ τὸ ἀκίνητον· ἀεὶ γὰρ ὁμοίως ἔχον καὶ πρὸς τὸ κινούμενον ὁμοίως ἔξει καὶ συνεχῶς.