Ancient Greek
286.2
Andronicus Rhodius, De Passionibus (Lib. 1) [Sp.] 286.2
Unproofread scanNot analysed yet
1 (Aristoteles Phys. lib. I cap. 2 p. 185. a. 12 ed. Bekker. Conf. Aristot. Soph. Elench. cap. 11 ibique paraphr. et Pseudoalex. fol. 36. Exstat etiam Archimedis de circuli dimensione libellus cum Eutocii commentariis. Simplicius fol. 12-15 τῇ ἐν καὶ ἀκίνητον λεγούση θέσει ἀντιθεὶς τὸ τὰ φύσει ἢ πάντα ἢ ἔνια κινεῖσθαι μαρτυρουμένων ὑπὸ τῆς ἐναρχείας, ἵνα μὴ τις εἴ· η, ὅτι τὸ ζητούμενον ὡς ὁμολογούμενον ὑποθέτου (leg. ὑπέθετο), τὴν αἰτίαν τοῦ ὑποθεῖσθαι τὸ ἀληθὲς πρὸ τοῦ ψευδὲς ἐλέγχει προστίθησιν, ὅτι ἄμα τῷ εὐκόλῳ εἶναι καὶ μηδὲν ἔχειν χαλεπὸν τὸ συνιδεῖν τὰ συμβαίνοντα πῦ ὑποτεθέντι ἀτόπῳ οὐδὲ λύειν ἀπαντα προσῆκει τὰ ψευδῶς λεγόμενα, ἀλλ’ ἐκεῖνα μόνα δσα ἐκ τῶν ἀρχῶν τοῦ προσδιαλεγόμενου ἐπιδεικνὺς τις ψεύδεται· δσα δὲ μή, οὐ, οἱ δὲ ἐν καὶ ἀκίνητον λέγοντες οὔτε ἀρχὴν οὔτε τὴν φύσιν φυλάττουσιν· οὐδὲν οὖν ἀτοπον καὶ πρὸ τοῦ λύσαι τοὺς ἐναντίους λόγους ὑποθεῖσθαι τὰ ἐκ τῆς ἐναρχείας μαρτυρούμενα, εἴπερ οὐδὲ λύειν ἀπαντα ἀνάγκη. Τὸ δὲ διάφορον τούτο τῶν τε λύεσθαι ὁφειλόντων ψευδῶν καὶ τῶν μή, δείκνυσιν ἐπὶ τινῶν ἐν γεωμετρίᾳ ψευδογραφημάτων. Τὸν γὰρ τετραγωνισμὸν τοῦ κύκλου πολλῶν ζητούντων (τοῦτο δὲ ἦν τὸ τῷ κύκλῳ ἴσον τετράγωνον θέσθαι) καὶ Ἀντιφῶν ἐνόμισε εὐρίσκειν καὶ Ἱπποκράτης, ὁμοίως ψευσθέντες. Ἄλλὰ τὸ μὲν Ἀντιφῶντος ψεῦδος διὰ τὸ μὴ ἀπὸ γεωμετρικῶν ἀρχῶν ὡρμῆσθαι, ὡς μαθησόμεθα, οὐκ ἔστι γεωμετρικοῦ λύειν, τὸ δὲ Ἱπποχράτους, ἐπειδὴ τὰς ἀρχὰς φυλάξας τὰς γεωμετρικὰς ἐψεῦσθ, γεωμετρικοῦ λύειν. Ἐκείνους γὰρ δεῖ λύειν μόνους τοὺς λόγους, ὅσοι τηροῦντες τὰς οἰκείας ἀρχὰς τῆς μεθόδου οὕτω παρασυλλογίζονται, τοὺς δὲ δι’ ὧν παρακρούονται ἀναιροῦντες