Ancient Greek
294.7
Andronicus Rhodius, De Passionibus (Lib. 1) [Sp.] 294.7
Unproofread scanNot analysed yet
τὸ γὰρ Γ τῶν Β τί ἐστιν. Εἰ δὲ παντὶ τὸ Α τῷ Β, καὶ τὸ Β τινὶ τῷ Α ὑπάρχει. Εἰ γὰρ μηδενί, οὐδὲ τὸ Α οὐδενὶ τῷ Β ὑπάρξει· ἀλλ' ὑπéκειται παντὶ ὑπάρ-χειν. Ὁμοίως δὲ καὶ εἰ κατὰ μέρος ἔστιν ἢ πρότα-σις. Εἰ γὰρ τὸ Α τινὶ τῶν Β, καὶ τὸ Β τινὶ τῶν Α ἀνάγκη ὑπάρχειν. Εἰ γὰρ μηδενί, οὐδὲ τὸ Α οὐδενὶ τῶν Β ὑπάρξει. Εἰ δὲ γε τὸ Α τινὶ τῶν Β μὴ ὑπάρ-χει, οὐκ ἀνάγκη καὶ τὸ Β τινὶ τῷ Α μὴ ὑπάρχειν, οἷ-ον εἰ τὸ μὲν Β ἔστι ζῷον, τὸ δὲ Α ἄνθρωπος· ἄνθρωπος μὲν γὰρ οὐ παντὶ ζῴῳ, ζῷον δὲ παντὶ ἀνθρώπῳ ὑπάρ-χει.