Ancient Greek
360.2
Andronicus Rhodius, De Passionibus (Lib. 1) [Sp.] 360.2
Unproofread scanNot analysed yet
*Οὕτω δὲ τῶν ἄκρων πρὸς τὸ μέσον ἀντικειμένων, καὶ πρὸς ἀλλήλα, μείζων ἐστὶν αὐτῶν ἐναντιότης· πορρώτερον γὰρ ἀλλήλων ἐστὶν ἢ τοῦ μέσου· καθάπερ τὸ μέγα καὶ τὸ μικρὸν πλεῖον ἀντίκειται πρὸς ἀλλήλα ἢ τὸ μέσον, τὸ ἴσον δηλονότι. Καὶ πρὸς μὲν τὸ μέσον ἐστι τις ὁμοιότης ἐν ἑκάτέρῳ τῶν ἄκρων, ὡςπερ τῇ θρασύντητι πρὸς τὴν ἀνδρείαν, †καὶ τῇ ἀσωτίᾳ πρὸς τὴν ἐλευθεριότητα· ἐν δὲ τοῖς ἄκροισ οὐδεμία ἐστὶν ὁμοιότης, ἀλλὰ πλεῖστον ἀλλήλων διαφέρουσι· τὰ δὲ πλεῖστον ἀλλήλων ἀπέχοντα ἐναντία ὁρίζονται· ὥστε καὶ μᾶλλον ἐναντία τὰ μᾶλλον ἀλλήλων ἀπέχοντα.