Ancient Greek
367.3
Andronicus Rhodius, De Passionibus (Lib. 1) [Sp.] 367.3
Unproofread scanNot analysed yet
**Οὐ γὰρ καλῶς λέγεται ἀκούσια εἶναι, ἀ ποιοῦμεν ὑπὸ θυμοῦ κινούμενοι, ἡ ἐπιθυμίας, γινώσκοντες πάντα τὰ κατὰ μέρος, δι’ ὧν καὶ ἐν οἷς πράττομεν. Εἰ γὰρ τοῦτο δοίημεν, πρῶτον μὲν οὐδὲν τῶν ἀλόγων ζῴων ἂν ἐκούσιόν τι πράττειν ἐροίμεν, (ἀεὶ γὰρ ἐπιθυμίᾳ καὶ θυμῷ πράττει,) ὁμοίως δὲ καὶ τοὺς παῖδας· ἔπειτα καὶ ἐφ’ ἡμῖν ἀτοπον συμβαίνει· ἡ γὰρ οὐδὲν ἐκούσιως πράττομεν τῶν δι’ ἐπιθυμίαν, ἡ θυμόν, ἡ τὰ καλὰ μὲν ἐκούσιως, τὰ φαῦλα δὲ ἀκουσίως, τῶν γὰρ ἀπὸ ἐπιθυμίας ἡ θυμοῦ τὰ μὲν ἀγαθὰ, τὰ δὲ φαῦλα. Εἰ μὲν οὖν τὰ καλὰ μόνον ἐκούσιως πράττομεν, τὰ φαῦλα δὲ ἀκουσίως, γελοῖον εἰπεῖν· ἐν γὰρ τὸ αἴτιον, ὁ θυμὸς ἡ ἐπιθυμία. Τὸ δὲ ἐκούσιον καὶ ἀκούσιον ἡ διαφορά τοῦ αἰτίου ποιεῖ, τῷ τὸ μὲν ἐνδον εἶναι, τὸ δὲ