Ancient Greek
404.2 to 404.4
Andronicus Rhodius, De Passionibus (Lib. 1) [Sp.] 404.2-4
Unproofread scanNot analysed yet
Κεφ. ζ´. Περί τῆς ἐν φιλοτιμίᾳ μεσότητος. *Ἡ μὲν οὖν μεγαλοψυχία περὶ τιμὴν μεγάλην ἐστὶ, καθὼς εἴρηται. Ἔστι δὲ καὶ ἄλλη τις ἀρετὴ περὶ τὴν τιμὴν, ἥτις λόγον ἔχει πρὸς τὴν μεγαλοψυχίαν, ὧν ἡ *Cap. 4. Ἔοικε δὲ καὶ περὶ ταύτην εἶναι ἀρετὴ τις κτλ. ἐλευθεριότης πρὸς τὴν μεγαλοπρέπειαν· ὡς γὰρ ἡ μεγαλοπρέπεια διαφέρει τῆς ἐλευθεριότητος τῷ μεγάλῳ, περὶ τὰ χρήματα καὶ αὐτῆς οὐσης, οὕτως ἡ μεγαλοψυχία τῆς τοιαύτης ἀρετῆς διαφέρει, τῷ περὶ μεγάλας εἶναι τιμὰς, αὐτῆς περὶ τὰς μικρὰς οὐσης.