Ancient Greek
413.3
Andronicus Rhodius, De Passionibus (Lib. 1) [Sp.] 413.3
Unproofread scanNot analysed yet
Κεφ. ια’. Περὶ αἰδοῦς, ὅτι οὐκ ἐστὶν ἀρετή. *Ἡ δὲ αἰδὼς οὐκ ἐστὶν ἀρετή· οὐ γὰρ ἐστὶν ἕξις, ἀλλὰ μᾶλλον πάθος· ὁ δῆλον ἀπὸ τοῦ ὁρισμοῦ· ὁρίζεται γὰρ φόβος ἀδοξίας. Συμβαίνει γὰρ τῷ αἰδουμένῳ παραπλήσιον τῷ περὶ τὰ δεινὰ φοβουμένῳ· ἐρυθραῖνεται γὰρ, ὥσπερ ὀχριζὼ ὁ φοβούμενος τὸν θάνατον· ἄμφω δὲ σωματικὰ πῶς φαίνονται εἶναι, ἡ τε αἰσχύνὴ καὶ ὁ φόβος τῶν δεινῶν· τὰ τοιαῦτα δὲ πάθη μᾶλλον δοκοῦσιν, οὐχ ἕξεις λέγονται. Τοῦτο δὲ τὸ πάθος οὐ πᾶσῃ ἡλικίᾳ ἀρμόζει, ἀλλὰ τῇ νέᾳ μόνον· δεῖ γὰρ τοὺς νέους αἰδήμονας εἶναι διὰ τὸ πολλὰ ἀμαρτάννειν· πολλὰ γὰρ ἀμαρτάνουσιν οἱ νέοι, διὰ τὸ πάθει μᾶλλον ἄγεσθαι ἢ λόγῳ· συστελλόμενοι γὰρ ὑπὸ τῆς αἰδοῦς ἀμείνους γίνονται. Διὰ τοῦτο τῶν μὲν νέων ὅσοι αἰδήμονες, ἐπαινέτοί, πρεσβύτερον δὲ οὐδεὶς ἂν ἐπαινέσειεν, ὅτι αἰσχυντηλός· οὐ δέι γὰρ τὸν πρεσβύτερον ἐκεῖνα πράττειν ἐφ’ οἷς αἰσχύνη ἐστίν· οὐ γὰρ ἐστὶν ἡ αἰσχύνη τοῦ ἐπαινοῦς, εἴπερ ἐστὶν ἐπὶ τοῖς φαύλοις.