Ancient Greek
424.2
Andronicus Rhodius, De Passionibus (Lib. 1) [Sp.] 424.2
Unproofread scanNot analysed yet
*Ἐπεὶ τοίνυν ἡ μὲν ἀδικία τὸ μειζόν καὶ τὸ ἐλάττον εἰσάγει καὶ ἐν τοῖς ἀγαθοῖς καὶ ἐν τοῖς κακοῖς, ἐναντίως μέντοι· ὅς γὰρ τὸ μειζὸν ἀγαθὸν ζητεῖ, τὸ ἐλαττόν κακὸν αἱρεῖται, ἡ δὲ δικαιοσύνη τὴν ἰσότητα, ἡ δὲ ἰσότης μέσον ἐστὶ τοῦ μειζόνος καὶ τοῦ ἐλάττονος· φανερὸν, ὅτι ἡ τοιαύτη δικαιοσύνη μεσότης ἐστὶ μεταξὺ ζημίας καὶ κέρδους. Καλεῖσθω γὰρ ζημία μὲν πᾶν τὸ ἀδικεῖσθαι, κέρδος δὲ πᾶν τὸ ἀδικεῖν καὶ πλεονεκτεῖν, ἂν τε οἱς χρήματα, ἂν τε εἰς δόξαν, ἂν τε εἰς ἄλλο τι ἀδικεῖν τις ἐθέλῃ. Ἔστι τοίνυν δὲ ἐπανορθωτικὸν δίκαιον μέσον ζημίας καὶ κέρδους· διὰ τοῦτο καὶ ὅταν ἀμφισβητῶσιν, ἐπὶ τὸν δικαστὴν καταφεύγουσιν, οἴδμενοι τοῦτον τὸν τρόπον μηδέτερον τούτων ζημιωθήσεσθαι, ὅθεν ἐξ ἀνάγκης μηδὲν κερδάναι, ἀλλὰ τι μέσον λαβεῖν, καὶ γὰρ αὐτὸν εἶναι νομίζειν οἷον ἐμψυχὸν δίκαιον διορθωτικόν· καὶ καλοῦσι δὲ αὐτὸν μέσον, ὡς διὰ τοῦτο τοῦ μέσου τευζόμενοι. Ἐνιοὶ δὲ οὐχ ἕνα μάνον, ἀλλὰ καὶ δύο καὶ τρεῖς μεσιδίους καλοῦσιν ἐν ταῖς ἀμφισβητήσεσιν· ὅθεν φαίνονται ὅτι τὸ μέσον ζητοῦσιν, ὡς ταύτῳ δὴ τὸ μέσον ζητεῖν καὶ τὸ δίκαιον· μέσον ἄρα τὸ δίκαιον. Ἐπεὶ καὶ ὁ δικαστὴς μέσος, τὴν μεσότητα καὶ τὸ δίκαιον εἰσάγων, καὶ ἐπανιῶν τὴν ἀπὸ τῆς ἀδικίας ἀνισότητα. **Καὶ ὡς περ τὴν αβ γραμμὴν εἰς ἄνισα τμηθεῖσαν κατὰ τὸ δ, εἴ τις ἐθέλοι εἰς ἴσα διελεῖν, ἀφελὼν ἀπὸ τῆς μειζόνος τῆς βδ τὴν ὑπεροχὴν ἣν ὑπερέχει τῆς ἐλάττονος τῆς δα, τὴν γδ, καὶ προσθεὶς τῇ δα, τὴν αγ ἴσην ἐποίησε τῇ βδ, καὶ εὗρε τὴν διχotomy τῆς αβ· οὕτω καὶ ἐπὶ τῆς ἀνισότητος τῆς ἀδικίας συμβαίνει. Τὸ γὰρ διορθωτικὸν δίκαιον, ἀφελόμενον α ἀπὸ τοῦ κέρδους τοῦ ἠδικηκότος, ὅπερ ὡς ὑπεροχὴ ἐστιν αὐτοῦ πρὸς τὸν ἠδικημένον· καὶ προστεθὲν ο τῷ ἠδικημένῳ, ἰσότητα καὶ μεσότητα ἐποίησε. Καὶ διὰ τοῦτο καὶ δίκαιον καλεῖται, ὅτι δίχα ἐστίν, ὡς περ ἂν εἴ τις εἴποι δίχαϊον· καὶ ὁ δικαστὴς δίχαστής.