Ancient Greek
434.2
Andronicus Rhodius, De Passionibus (Lib. 1) [Sp.] 434.2
Unproofread scanNot analysed yet
*Γινὲς δὲ νομιζοῦσι, μηδὲν δίκαιον εἶναι φύσει, ἀλλὰ πάντα νομικᾷ. Πάντα μὲν γὰρ τὰ φυσικὰ ἀμετάβλητα· τὸ γὰρ πῦρ πανταχοῦ καὶ ἕκαστος θερμαίνει, καὶ παρ’ ἡμῖν καὶ ἐν Αἰγύπτῳ ὁμοίως· τὰ δὲ δίκαια πάντα μεταβάλλονται· τὸ γὰρ δανειζέσθαι καὶ μὴ ἀποδιδόναι παρὰ τισὶ δίκαιον δοκεῖ· καὶ τὰλλα ὁμοίως ἔχει, καὶ οὐ πᾶσι· δίκαια δοκεῖ τὰ αὐτά· ὥστε πάντα τὰ δίκαια νομικὰ εἶναι, καὶ οὐδὲν φυσικόν. Πρὸς δὲ ταῦτα ἐκεῖνο λέγομεν, ὅτι οὐ καθάπαξ κινεῖται πᾶν δίκαιον καὶ μεταπίπτει· εἰ γὰρ καὶ παρ’ ἀνθρώποις πάντα ἦν τὰ δίκαια μεταβλητά, παρὰ γε b τοῖς θεοῖς ἀνάγκη δίκαιον εἶναι ἀμετάβλητον, ὥστε εἶναι τι φυσικὸν δίκαιον· νῦν δὲ καὶ παρ’ ἀνθρώποις, τοῖς τε ὀρθοῖς καὶ ὑγιῶς ἔχουσι, ἐστι c δίκαιον ἀκίνητον, ὃ φυσικὸν λέγεται. Εἰ δὲ τοῖς νοσοῦσι τὰς φρένας καὶ διεστραμμένοις οὐ δοκεῖ δίκαιον, οὐδὲν διαφέρει ,οὐδὲ γὰρ δ λέγων τὸ μέλι γλυκὺ εἶναι ψεύδεται, διότι τοῖς νοσοῦσιν οὐ τοιούτον δοκεῖ· τὸ τοίνυν δίκαιον τὸ φυσικὸν δοκεῖ μὲν τισὶ δίκαιον, δοκεῖ δὲ ἄλλοις μὴ δίκαιον εἶναι.