Ancient Greek
435.2
Andronicus Rhodius, De Passionibus (Lib. 1) [Sp.] 435.2
Unproofread scanNot analysed yet
Τί ἐστι δικαίωμα, καὶ δικαιοπράγημα, καὶ ἀδικοπράγημα. Διαφέρει δὲ δικαίωμα τοῦ δικαίου καὶ τὸ ἀδίκημα τοῦ ἀδίκου· δικαῖον μὲν γάρ ἐστιν, ὅπερ ἀπλῶς θεωρεῖται καὶ καθόλου, ἢ νομικὸν ἢ φυσικόν, οἷον τὸ τὸν ἀνδροφόρον ἀποθνήσκειν· ὅταν δὲ τὸ τοιοῦτο δικαῖον ἐν τοῖς καθ' ἕκαστα a γένηται, καὶ ἴδὲ ὁ ἀνδροφόρος τόνδε τὸν τρόπον ἀποθάνῃ, τότε δικαίωμα καλεῖται· ὁμοίως δὲ καὶ ἐπὶ τοῦ ἀδίκου καὶ ἀδικήματος ἔχει. Καλεῖται δὲ δικαιοπράγημα μὲν πᾶσα πρᾶξις δικαία, χάντε b ἀδικίας ἔκτισις ᾖ, χάντε ἀρετῆς c ἀνταπόδοσις· δικαίωμα δὲ ἰδίως ἡ τῆς ἀδικίας τιμωρία. Ὀποία δὲ καὶ πῶσα εἴδη δικαιοπραγημάτων καὶ δικαιωμάτων εἰσίν, ὑστερον ἐπικαλεψόμεθα.