Ancient Greek
449.2
Andronicus Rhodius, De Passionibus (Lib. 1) [Sp.] 449.2
Unproofread scanNot analysed yet
*Τρία τοίνυν ἐστὶν ἐν τῇ ψυχῇ τὰ κύρια πράξεως καὶ ἀληθείας. Ἀληθείας μὲν κύρια νοῦς καὶ αἴσθησις, ὅτι ἑκάτερον γνώσις ἐστιν· ἡ δὲ γνώσις τέλος ἔχει τὴν ἀλήθειαν· πράξεως δέ, ἡ ὁρέξις· ἐν αὐτῇ γὰρ ἐστὶ πᾶσα πράξεως ἀρχή, καὶ παντὸς ἔργου αὕτη αἰτία· ὁ μὲν γὰρ νοῦς γινώσκει ὅτι τοῦτο τι δεόν ποιῆσαι· ἡ δὲ εἰς τὴν πρᾶξιν κίνησις ἀπὸ τῆς ὁρέξεως γίνεται· ἡ δὲ αἴσθησις οὐδεμιᾶς ἐστὶν ἀρχὴ πράξεως. Δῆλον δὲ ἀπὸ τῶν ἀλόγων, καὶ γὰρ αἰσθῆσιν ἔχοντα οὐ δύνανται ποιεῖν ἔχειν· πρᾶξις γὰρ ἐστὶν ἡ μετὰ βουλεύσεως ἐνέργεια· ὥστε ἡ μὲν αἴσθησις οὐδεμιᾶς αἰτία πράξεως, ὁ δὲ νοῦς καὶ ἡ ὁρέξις πασῶν πράξεων εἰσὶν ἀρχή· ὁ μὲν τὰ δεόντα διδάσκων, ἡ δὲ ἐπὶ τὸ πράττειν κινοῦσα.