Ancient Greek
46.2
Andronicus Rhodius, De Passionibus (Lib. 1) [Sp.] 46.2
Unproofread scanNot analysed yet
ΦΙΛΟΣΟΦΟΥ ΠΕΡΙ ΘΕΩΝ ΚΑΙ ΚΟΣΜΟΥ ΒΙΒΛΙΟΝ. Κεφ. α'. Οἷον δεῖ εἶναι τὸν ἀκροατήνᵃ, καὶ περὶ κοινῆς ἔννοιᾶς. Τοὺς περὶ θεῶν ἀκούειν ἐθέλοντας δεῖ μὲν ἐκ παλ-δῶν ἤχθαι καλῶς, καὶ μὴ ἀνόητοις συντρέφεσθαι δό-ξαις ᵇ· δεῖ δὲ καὶ τὴν φύσιν ἀγαθοὺς εἶναι ᵃ καὶ ἑμ-φρονας, [ἵνα ὀρθῶς] ᵃ προσέχωσι τοῖς λόγοις· δεῖ δὲ αὐτοὺς καὶ τὰς κοινὰς ἔννοιας εἰδέναι. Κοιναὶ δὲ εἰσιν ἔννοιαι ᵃ, ὅσας πάντες ἄνθρωποι ἐρωτηθέντες ὁμολο-γήσουσιν· οἷον, ὅτι πᾶς θεὸς ἀγαθὸς ᵃ, ὅτι ἀπαθής, ὅτι ἀμετάβλητος· πᾶν γὰρ τὸ μεταβαλλόμενον ἢ ἐπὶ τὸ χρεῖττον ἢ ἐπὶ τὸ χείρον ᵃ. Καὶ εἰ μὲν ἐπὶ τὸ χεί-ρον, κακύνεται, εἰ δὲ ἐπὶ τὸ χρεῖττον, τὴν ἀρχὴν ἤν κακόν.