Ancient Greek
488.2
Andronicus Rhodius, De Passionibus (Lib. 1) [Sp.] 488.2
Unproofread scanNot analysed yet
**Διὰ τοῦτο καὶ ἐλάττον κακὸν ἡ θηριότης τῆς ἀνθρωπίνης κακίας, ἢ καὶ φοβερώτερον. Ἡ μὲν γὰρ ἀνθρωπίνη κακία τὸ βέλτιστον τῶν ἐν τῷ ἀνθρώπῳ διαφθείρει, δῆλον ὅτι β τὸν λόγον, ἡ δὲ θηριότης οὐδαμῶς· οὐ γὰρ ἔχει λόγον· ὥσπερ καὶ τὸ ἀψυχὸν κακὸν ἐλάττον τοῦ ἐμψύχου κακοῦ· τὸ γὰρ κακὸν τὸ ἔχον ἀρχήν, ἥτις αὐτὸ κινεῖ, βλαβερώτερον τοῦ μὴ ἔχοντος· τὸ γὰρ ἀκίνητον κακὸν ἀνεκτότερον τοῦ κινουμένου κακοῦ, καθ’ ὅσον γ ἐλάττον δύναται δράν· ὥσπερ οὖν τὸ ἐμψυχὸν κακὸν χεῖρον τοῦ ἀψύχου, ὅτι ἔχει ἀρχὴν ἐν αὐτῷ τὴν ψυχήν, ἥτις αὐτὸ κινεῖ, οὕτω καὶ τὸ λογικόν, ὅτι τοῦ ἀλόγου μᾶλλον ἀρχὴν ἔχει, βλαβερώτερον καὶ χεῖρον· μυριοπλάσια γὰρ ἂν κακὰ ποιήσειεν ἀνθρώπος κακὸς θηρίου. Καὶ ταῦτα μὲν εἰς τοσοῦτον· ἔχόμεθα δὲ τῶν προκειμένων.