Ancient Greek
49.2
Andronicus Rhodius, De Passionibus (Lib. 1) [Sp.] 49.2
Unproofread scanNot analysed yet
πεσόντες ἐξ οὐρανοῦ καὶ τῇ νύμφῃ συνόντες ἐν κατηφεία ἐσμὲν σίτου τε καὶ τῆς ἄλλης παχείας καὶ δυσπαρὰς τροφῆς ἀπεχόμεθα· ἑκάτερα γὰρ ἐναντία ψυχῇ· εἶτα δένδρου τομαὶ καὶ νηστεία, ὥσπερ καὶ ἡμῶν ἀποχοπομένων τὴν παρατείνεσθαι τῆς γενέσεως πρόοδον· ἐπὶ τούτοις γάλακτος τροφή, ὥσπερ ἀναγεννωμένων· ἐφ' οἷς ἱλαραιαὶ καὶ στέφανοι, καὶ πρὸς τοὺς θεοὺς οἷον ἐπάνοδος. Μαρτυρεῖ δὲ τούτους καὶ ὁ τῶν δρωμένων καιρός· περὶ γὰρ τὸ ἕαρ καὶ τὴν ἰσημερίαν δράται τὰ δρώμενα, ὅτε τοῦ μὲν γίνεσθαι παύεται τὰ γινόμενα, ἡμέρα δὲ μεῖζων γίνεται τῆς νυκτός, ὅπερ οἰκεῖον ἀναγομενάς τε ψυχαῖς. Περὶ γοῦν τὴν ἐναντίαν ἰσημερίαν ἡ τῆς Κόρης ἀρπαγὴ μυθολογεῖται γενέσθαι, ἧ δὴ καθόδος ἐστὶ τῶν ψυχῶν. Τοσαῦτα περὶ μύθων εἰποῦσιν ἡμῖν αὐτοὶ τε οἱ θεοὶ καὶ τῶν γραφάντων τοὺς μύθους αἱ ψυχαὶ ἵλεω γένωντο.