Ancient Greek
522.2
Andronicus Rhodius, De Passionibus (Lib. 1) [Sp.] 522.2
Unproofread scanNot analysed yet
*Πᾶσαι δὲ κοινωνίαι, ἐν αἷς ἐστὶν ἡ φιλία καὶ τὸ δίκαιον, μέρη εἰσὶ τῆς πολιτικῆς· ἢ γὰρ πολιτικὴ κοινωνία b ἐστὶ τοῦ συμφέροντος ἕνεκα· δι’ ὃ καὶ συνέστη τὴν ἀρχὴν ἡ πολιτεία, καὶ μένει. Πᾶσα δὲ κοινωνία τοῦ συμφέροντος ἐστὶν ἕνεκα· ἢ μὲν τοῦδε τοῦ συμφέροντος, ἢ δὲ ἐκείνου· διὰ γὰρ τῶν κοινωνιῶν τὰ συμφέροντα παρέχομεν ἑαυτοῖς, καὶ διὰ ταῦτα ἀλλήλοις κοινωνοῦμεν, ἵνα τρισώμεθὰ τι τῶν εἰς τὸν βίον. Τούτου διὸ τοῦ κοινῇ συμφέροντος καὶ οἱ νομοθέται στοχάζονται, καὶ δικαίον φασιν εἶναι τὸ κοινῇ συμφέρον. Αἱ μὲν οὖν ἄλλαι, καὶ αἱ ὅλαι, καὶ τὰ μέρη αὐτῶν, τοῦ συμφέροντος ἐφίενται· οἷον πλωτήρες μὲν τοῦ κατὰ τὸν πλοῦν [τοῦ] συμφέροντος, οἷον χρημάτων ἢ ἄλλου τινός· συστρατιῶται δὲ τοῦ κατὰ τὸν πόλεμον συμφέροντος ὁρέγονται, οἷον χρημάτων, ἢ νίκης, ἢ πόλεως· ὁμοίως δὲ καὶ φυλάται καὶ δημόται. Τινὲς δὲ τῶν κοινωνιῶν τοῦ ἡδέος ἐφίενται, καὶ δι’ ἡδονὴν δοκοῦσι γίνεσθαι, ὅσπερ ἢ τῶν θιασωτῶν κοινωνία, καὶ ἢ τῶν ἐρανιστῶν. Ἡ μὲν γὰρ θυσίας ἕνεκα γίνεται, ἢ δὲ συνουσίας, ἢ καὶ ἀμφω τοῦ ἡδέος ἐστὶ μᾶλλον. Καὶ αὐτὰ δὲ μέρη εἰσὶ τῆς πολιτικῆς· τάττονται γὰρ καὶ αὐτὰ πρὸς τὸ κοινὴ συμφέρον ὑπὸ τῆς πολιτικῆς. Καὶ γὰρ οὐ μόνον, ὅ νῦν ἐστὶ συμφέρον, ζητεῖ, ἀλλὰ καὶ, ὅ νῦν μὲν οὐ συμφέρει, συνοίσει δέ, καὶ τοῦτο διώκει· οὐ γὰρ τοῦ παρόντος μόνον συμφέροντος ἐφίεται, ἀλλὰ τοῦ μέχρι βίου· διὰ τοῦτο θυσίας τε εἰστήχαγε, καὶ συνδόους, καὶ συνουσίας