Ancient Greek
532.2
Andronicus Rhodius, De Passionibus (Lib. 1) [Sp.] 532.2
Unproofread scanNot analysed yet
*Τὸ δυνατὸν γὰρ ἡ φιλία ἐπιζητεῖ, οὐ τὸ κατ’ ἀξίαν. Οὐ γὰρ δύνανται πάντες τὰ κατ’ ἀξίαν ὧν ὀφείλουσιν ἀποδιδόναι· οὐ γὰρ δυνατὸν ἐπὶ πάντων τὸ κατ’ ἀξίαν εὑρεῖν, ὥσπερ ἐν ταῖς πρὸς τοὺς θεοὺς καὶ γονέας τιμαῖς οὐδεὶς τὴν ἀξίαν ἀποδοῦναι δύναται· ὁ δὲ θεραπεύων κατὰ τὴν δύναμιν, καὶ ὅσον ἔξεστιν, ἐπεικὴς εἶναι δοκεῖ. Διὰ τοῦτο δοκεῖ μὴ ἐξεῖναι υἱῷ πατέρα ἀπεῖπασθαι, καὶ μὴ ὑπακούσαι περὶ ὁτουοῦν ἀξιοῦντα· ἀεὶ γὰρ ὀφείλει, καὶ διὰ τοῦτο ἀνταποδοτέον ἀεὶ· οὐδὲν γὰρ ἀξίων ὧν εὐεργετηθὴ δέδρακε πρὸς τὸν πατέρα. Τῷ πατρὶ δὲ ἀπεῖπασθαι τὸν υἱόν· ἔξεστι γὰρ τοῖς εὐεργέταις τοὺς ὀφείλοντας ἀποπέμψασθαι. Ἴσως δὲ οὐδεὶς πατὴρ ἀφίσταται τοῦ υἱοῦ, εἰ μὴ ὑπερβαλλόντως εἴη μοχθηρός· ἢ τε γὰρ φυσικὴ φιλία εἰς τοῦτο ἐπείγει, καὶ ἅμα ἀνθρωπινὸν ἐστι τὴν ἐπικουρίαν μὴ διωθεῖσθαι· τῷ δὲ υἱῷ μοχθηρῷ ὄντι μισητὸν, ἢ οὐ λᾶν σπουδάζεται τῷ πατρὶ ἐπαρχεῖν· οἱ γὰρ πολλοὶ εὖ πάσχειν βούλονται, τὸ δὲ εὖ ποιεῖν φεύγουσιν ὡς ἀλυσιτελεῖς. Περὶ μὲν οὖν τούτων ἐπὶ τοσοῦτον εἰρήσθω.