Ancient Greek
541.2
Andronicus Rhodius, De Passionibus (Lib. 1) [Sp.] 541.2
Unproofread scanNot analysed yet
Οἱ δὲ μοχθηροὶ ζητοῦσι μεθ’ ὧν συνημερεύσουσιν, ἑαυτοὺς δὲ φεύγουσιν· ἀναμιμνήσκονται γὰρ καθ’ ἑαυτοὺς ὄντες πολλῶν καὶ δυσχερῶν, καὶ τοιαῦτα ἕτερα ἐλπίζουσιν, ὧν μεθ’ ἑτέρων ὄντες ἐπιλανθάνονται. *Ἐτι δὲ συναλγεῖ καὶ συνηδονεῖ ἑαυτῷ μάλιστα ὁ σπουδαῖος, ὅτι τὰ αὐτὰ βούλεται καὶ τῶν αὐτῶν ἐπιθυμεῖ, καὶ οὐ μάχεται τὸ λογικὸν τῷ παθητικῷ· καὶ διὰ τοῦτο τὸ αὐτὸ δεῖ λυπηρὸν ἐστὶν αὐτῷ, καὶ τὸ αὐτὸ ἡδύ· ἀμετάβολος γάρ, ὡς εἰπεῖν. Οἱ δὲ μοχθη-ροὶ οὐδέτι· οὐδὲν γὰρ φιληδὸν ἔχοντες ἐπιθυμίαν πάσχουσι πρὸς ἑαυτούς· διὸ τοῦτο οὐδὲ συγχαιροῦσιν ἑαυτοῖς οὐδὲ συναλγοῦσι· στασιαζει γὰρ αὐτῶν ἡ ψυχή, καὶ πολεμεῖ τῷ λογικῷ τὸ ἀλογον· καὶ τὸ μὲν ἀλογον ἀλγεῖ τῶν μοχθηρῶν ἀπεχομένων, τῆνικαῦτα δὲ οὐ συναλγεῖ τὸ λογικόν, ἀλλὰ χαίρει· καὶ τὸ ἀνά-παλιν· καὶ ὅμως τὸ μὲν δεῦρο τὸ δὲ ἐκεῖσε ἕλκει, κα-θὰπερ διασπώντα· εἰ δὲ μὴ οὖν τε κατὰ ταὐτὸν καὶ λυπεῖσθαι καὶ ἡδεσθαι, ἀλλὰ μετὰ μικρὸν γε λυπεῖται, ὅτι πρότερον ἥδετο· οὐ γὰρ ἐδουλετο τὴν τοιαύτην αὐτῷ γενέσθαι ἡδονήν. Μεταμελίας γὰρ οἱ φαῦλοι γέμουσι. Φαίνεται τοίνυν ὅτι οὐδὲ πρὸς ἑαυτὸν φιλικός ἐστιν ὁ μοχθηρός, ὅτι οὐδὲν φιλητὸν ἔχει.