Ancient Greek
554.2
Andronicus Rhodius, De Passionibus (Lib. 1) [Sp.] 554.2
Unproofread scanNot analysed yet
*Οἱ δὲ πολύφιλοι καὶ πᾶσιν οἰκείως ἐντυγχάνοντες καὶ ἀ δεῖ ἑκάστῳ τῶν πολιτῶν καὶ λόγοις καὶ ἔργοις ἀποδιδόναι δοκοῦντες οὐδενὶ φίλοι εἰσὶ τὴν ἀκριβῆ καὶ ἀληθῆ φιλίαν· ἀλλὰ φίλοι ἂν λέγοιντο τὴν λεγομένην πολιτικὴν φιλίαν. Τούτων δὲ οἱ μὲν ἀρεσκοί εἰσι, πάντα τοῖς συνοῦσι χαριζόμενοι, περὶ ὧν ἐν τοῖς ἐμπροσθεν εἴρηται· οἱ δὲ ἐπαινεῖς εἰσι, καὶ πρὸς ἀλήθειαν σύνεισι καὶ τὸ ἀγαθόν, οἱ καὶ φίλοι καλοῦνται διὰ τὴν πρὸς τὴν φιλίαν ὁμοιότητα, καὶ εἰσι μεταξὺ τῶν τε ἀρέσκων καὶ τῶν δυσκόλων ἐπαινέτου, ἀμφοτέρων φεκτῶν, καθὼς ἐν τῷ ὀγδόῳ κεφαλαίῳ τοῦ τετάρτου βιβλίου διελέγχαται. Τοιούτους μὲν οὖν φίλους πολλοὺς ἂν τις εὑροῖ· τοὺς δὲ κυρίως φίλους ἀγαπητὸν καὶ ὀλίγους εὑρεῖν.