Ancient Greek
562.4
Andronicus Rhodius, De Passionibus (Lib. 1) [Sp.] 562.4
Unproofread scanNot analysed yet
***Ἐπειδὴ λέγουσι τὴν λύπην ἐνδείαν εἶναι τοῦ κατὰ φύσιν, εἴη ἂν ἡ ἡδονὴ τοῦ κατὰ φύσιν ἀναπλήρωσις· ταῦτα δὲ σωματικὰ ἐστι τὰ πάθη. Εἰ δὴ ἐστιν ἡ ἡδονὴ τοῦ κατὰ φύσιν ἀναπλήρωσις, ἐν ᾧ ἡ ἀναπλήρωσις, τοῦτο ἂν καὶ ἔχοι τὴν ἡδονήν, καὶ ἡδεσθαι δύναται, τὸ σῶμα ἂρα ἡδεταί, καὶ ἐν τούτῳ ἡ ἡδονή. Τοῦτο δὲ οὐκ ἐστιν ἀληθές· τὸ γὰρ ἡδεσθαι τῆς ψυχῆς εἶναι δοκεῖ. Οὐκ ἂρα ἡ ἡδονὴ γένεσίς τις καὶ ἀναπλήρωσις ἐστιν, ἀλλὰ ἔπεται τῇ ἀναπληρώσει, καθάπερ καὶ τῇ ἐνδείᾳ ἡ λύπη· γινομένης μὲν γὰρ ἀναπληρώσεως ἡδόμεθα, τεταμένου δὲ λυπούμεθα.