Ancient Greek
565.2
Andronicus Rhodius, De Passionibus (Lib. 1) [Sp.] 565.2
Unproofread scanNot analysed yet
*’Εκ τούτων δὲ δῆλον, ὅτι οὐ μόνον οὐκ ἐστι κίνησις ἡ ἡδονή, ἀλλ’ οὐδὲ γένεσις. Οὐ γὰρ πάντων ἀπλῶς γένεσις ἐστιν, ἀλλὰ τῶν μεριστῶν καὶ μὴ ὅλων, ἐπεὶ μηδὲ δράσεως ἐστι γένεσις, οὐδὲ στιγμῆς, οὐδὲ μονάδος · ὅτι ὅλον τι ἕκαστον αὐτῶν ἐστι, καὶ οὐ μεριστόν, οὐδὲ χρόνῳ ἀπὸ τοῦ ἀτελοῦς ἐπὶ τὸ τέλειον ἔρχεται, ἀλλ’ ἐν ὀτωῖν χρόνῳ ὅλον τι καὶ τέλειον ἕκαστον αὐτῶν ἐστιν. “H τε °γὰρ μονὰς οὐ τὸ μὲν τελεία ἐστὶ, τὸ δὲ ἀτελὲς, καὶ τῷ χρόνῳ τελειοῦται, οὔτε ἡ στιγμὴ · τὸ τε f δρᾶν ἐν παντὶ μέρει τοῦ χρόνου, καθ’ ὃν δράμεν, τέλειόν ἐστι· καὶ ὅλως πάσης αἰσθήσεως ἐνέργεια πρὸς τὸ οἰκεῖον αἰσθητὸν ἐνεργούσης τελεία ἐστιν ἐν παντὶ μέρει τοῦ χρόνου.