Ancient Greek
573.2
Andronicus Rhodius, De Passionibus (Lib. 1) [Sp.] 573.2
Unproofread scanNot analysed yet
*Ἐτι καὶ δι’ ἑαυτὴν αἱρετὴν καὶ ἀγαπητὴν εἶναι δεῖ τὴν εὐδαιμονίαν. Φαίνεται δὲ ἡ θεωρητικὴ ζωὴ αὕτη δι’ ἑαυτὴν φιλουμένη. Καὶ γὰρ οὐδὲν ἀπ’ αὐτῆς ἄλλο ζητοῦμεν, οὐδὲ τι γίνεταί ἡμῖν ἕτερον παρὰ τὸ θεωρεῖν· ἀφ’ ἐκστάσης δὲ τῶν πρακτικῶν ἀρετῶν ἐστὶ τὸ ἄλλο, ἢ μικρὸν ἢ μεῖζον, λαβεῖν. Καὶ γὰρ ἀπὸ μὲν τῆς ἀνδρείας νίκη, ἀπὸ δὲ σωφροσύνης ἡ κατὰ ψυχὴν ἡρεμία, ἀπὸ δὲ φρονήσεως τὸ εὑρεῖν τὰ πρὸς τὸ ἐσχατον φέροντα τέλος, ἀπὸ δὲ πασῶν ἡ πολιτικὴ εὐδαιμονία· τῇ δὲ θεωρίᾳ οὐδὲν ἀκολουθεῖ, δι’ ὃ δοκεῖ δεῖν εἶναι ζητεῖσθαι, ἀλλὰ αὕτη δι’ ἑαυτὴν ἀγαπᾶται. Φαίνεται ἄρα ταύτην εἶναι τὴν ἀνθρωπίνην εὐδαιμονίαν.