Ancient Greek
577.3
Andronicus Rhodius, De Passionibus (Lib. 1) [Sp.] 577.3
Unproofread scanNot analysed yet
***Ἐπὶ δὲ καὶ ἐκεῖθεν γίνεται ὅδηλον, εὐδαιμονέστατον εἶναι τὸν κατὰ νοῦν ἐνεργοῦντα· καὶ γὰρ θεωρηλέστατός ἐστιν· οὐ τί γένοιτ’ ἂν εὐδαιμονέστερον; εἰ γὰρ τι τῷ θεῷ μέλει τῶν ἀνθρωπίων, καὶ τὶς ἐστιν αὐτῶν ἐπιμέλεια παρ’ ἐκείνου, καθάπερ πᾶσι δοκεῖ, καὶ εἰν γε, τίνι τῶν ἐν ἀνθρώποις χαίρειν τὸν θεὸν μᾶλλον εἴκός, ἢ τῷ ἀρίστῳ καὶ συγγενεστάτῳ; τοῦτο δὲ ὁ νοῦς ἐστιν. Εἰ δὲ τῷ νῷ μάλιστα χαίρει, καὶ ἀγαπῶντας μάλιστα τούτων καὶ τιμῶντας, καὶ κατ’ αὐτὸν ἐνεργοῦντας, ἀντευποιήσει πάντως, ὡς τῶν φίλων αὐτῷ καὶ συγγενῶν ἐπιμελουμένων, καὶ ἄλλως ὡς ὀρθῶς καὶ καλῶς πράττοντας· οὕτως δὲ ὁ σοφὸς