Ancient Greek
59.2
Andronicus Rhodius, De Passionibus (Lib. 1) [Sp.] 59.2
Unproofread scanNot analysed yet
τε ἡγεῖται καὶ ἀληθές, ἀπορεῖ δέ, πῶς ἀγαθοὶς μὲν χαίρουσι, κακοὺς δὲ ἀποστρέφονται b, καὶ ἀμαρτάνουσι μὲν ὀργίζονται, θεραπευόμενοι δὲ ἱλεῶ γίνονται, ὅπτεὸν ὡς οὐ χαίρει θεός· τὸ γὰρ χαῖρον καὶ λυπεῖται· οὐδὲ ὀργίζεται· πάθος γὰρ τὸ ὀργίζεσθαι c· οὐδὲ διώροισ θεραπεύεται· ἡδονὴ γὰρ ἄν ἠττηθεῖν. Οὐδὲ θείμς ἐκ τῶν ἀνθρωπίνων πραγμάτων οὔτε καλῶς οὔτε κακῶς ἔχειν τὸ θεῖον. Ἄλλ' ἐκεῖνοι μὲν ἀγαθοὶ τέ εἰσιν ἀεὶ, καὶ ἀφελούσι μόνον, βλάπτουσι δὲ οὐδέποτε, κατὰ τὰ αὐτὰ ὡσαύτως ἔχοντες. Ἡμεῖς δὲ ἀγαθοὶ μὲν ὄντες δι' ὁμοιότητα θεοῖς συναντῶμεθα, κακοὶ δὲ γενόμενοι δι' ἀνομοιότητα χωριζόμεθα· καὶ κατ' ἀρετὰς ζῶντες ἐχόμεθα τῶν θεῶν, κακοὶ δὲ γενόμενοι ἐχθροὺς ἡμῖν ποιοῦμεν ἐκείνους, οὐκ ἐκείνων ὀργιζομένων, ἀλλὰ τῶν ἀμαρτημάτων θεοὺς μὲν ἡμῖν οὐκ ἐόντων ἐλλάμπειν, δαίμοσι δὲ χολαστικοὺς συναντῶντων. Εἰ δὲ ἐδχαὶ καὶ θυσίαις λύσις τῶν ἀμαρτημάτων εὑρίσκοιμεν, οὔτε d τοὺς θεοὺς θεραπεύομεν, οὔτε μεταβάλλομεν, ἀλλὰ διὰ τῶν δρωμένων καὶ τῆς πρὸς τὸ θεῖον ἐπιστροφῆς τὴν ἡμέτεραν κακίαν ἰώμενοι πάλιν τῆς τῶν θεῶν ἀγαθότητος ἀπολαύομεν. Ὦστε ὁμοιον, τὸν θεὸν λέγειν τοὺς κακοὺς ἀποστρέφεσθαι, καὶ τὸν ἥλιον τοὶς ἐστερημένοις τῶν ὀψέων χρύπτεσθαι. a Θεοὶ μὴ μεταβαλλόμενοι] Vide Iamblichum theol. Egypt. Sect. I cap. 12. —b κακοὺς δὲ ἀποστρέφονται] correxit Galeus (cf. extrema capitís verba); vulgo male κακοὶς δὲ ἀποστρέφονται. —c οὐδὲ ὀργίζεται· πάθος γὰρ τὸ ὀργίζεσθαι] cf. Iam- blichus de myster. Sect. I cap. 13. —d οὔτε τοὺς θεοὺς θεραπεύομεν, οὔτε μεταβάλλομεν] scripsi; an-