Ancient Greek
62.2
Andronicus Rhodius, De Passionibus (Lib. 1) [Sp.] 62.2
Unproofread scanNot analysed yet
ἢ εἰς τὸ μὴ ὄν ἀφανίζεται. Ἄλλ’ εἰ μὲν ἀφ’ ὧν ἐγένετο εἰς ἐκεῖνα λυθεῖν, πάλιν γίνεται ἑτερα· διὰ τί γὰρ τὴν ἀρχὴν ἐγένετο; Εἰ δὲ εἰς τὸ μὴ ὄν ἀπνεῖσι τὰ ὄντα, τί χωλῦει καὶ τὸν θεὸν τοῦτο παθεῖν; Εἰ δὲ ἢ δύναμις χωλῦει, οὐκ ἐστι δυνατοῦ ἑαυτὸν μόνον σῴζειν. Καὶ ὁμοίως δὲ ἀδύνατον ἐκ τῶν μὴ ὄντων γίνεσθαι τὰ ὄντα, καὶ τὰ ὄντα εἰς τὸ μὴ ὄν ἀφανίζεσθαι. Ἔτι ἀνάγκη τὸν κόσμον, εἰ φθεῖρεται, ἢ κατὰ φύσιν φθεῖρεσθαι ἢ παρὰ φύσιν. Παρὰ φύσιν δὲ φθεῖρεσθαι αὐτὸν ἀδύνατον ἠ. Οὐδὲ γὰρ τὸ παρὰ φύσιν προτερεῖ τῆς φύσεως· εἰ δὲ κατὰ φύσιν, δεῖ ἑτέραν εἶναι τὴν μεταβάλλουσαν τοῦ κόσμου τὴν φύσιν, ὅπερ οὐ φαίνεται. Ἔτι πᾶν τὸ φύσει φθειρόμενον καὶ ἡμεῖς φθεῖρειν δυνάμεθα· τοῦ δὲ κόσμου τὸ μὲν κυκλικὸν σῶμα οὔτε ἑφθεῖρε τίς ποτε, οὔτε μετέβαλε ἱ· τὰ δὲ στοιχεῖα μεταβάλλειν μὲν δυνατὸν, φθεῖρειν δὲ ἀδύνατον. Ἔτι πᾶν τὸ φθειρόμενον ὑπὸ χρόνου μεταβάλλεται καὶ γηρά· ὁ δὲ κόσμος ἐν τοσούτοις ἑτεσιν ἀμετάβλητος μένει. Τοσαῦτα καὶ πρὸς τοὺς ἱσχυροτέρων ἀποδείξεων δεομένους σπόντες αὐτὸν ἡμῖν εὐχόμεθα ὄλεων τὸν κόσμον γενέσθαι ἱ.