Ancient Greek
64.2
Andronicus Rhodius, De Passionibus (Lib. 1) [Sp.] 64.2
Unproofread scanNot analysed yet
Κεφ. ιθ'. Διὰ τί οἱ ἀμαρτάνοντες α οὐκ εὐθέως κολάζονται. Εἰ δὲ μηδὲ τούτων, μηδὲ τῶν ἄλλων ἀμαρτημάτων εὐθὺς αἱ δίκαι τοῖς ἀμαρτήσασιν ἐπονται, θαυμάζειν οὐ δεῖ· δεῖ οὐ δαιμόνες εἰσι μόνον b οἱ κολάζοντες τὰς ψυχάς, ἀλλὰ καὶ αὐτὴ ἑαυτὴν ὑπάγει τῇ δίκη, καὶ ὅτι μένουσι τὸν ἀπαντα χρόνον, οὐκ ἔχον ἐν ὀλίγῳ c πάντων τυχεῖν· καὶ διὰ τὸ δεῖν ἀνθρωπίνην ἀρετὴν εἶναι. Εἰ γὰρ τοῖς ἀμαρτήσασιν εὐθὺς ἠκολούθουν αἱ δίκαι, φόβῳ δικαιοπραγοῦντες ἄνθρωποι ἀρετὴν οὐκ ἂν εἴχον. Κολάζονται δὲ τοῦ σώματος ἐξεληθούσαι· αἱ μὲν ἐνταῦθα πλανώμεναι, αἱ δὲ εἰς τινὰς τόπους τῆς γῆς θερμούς, ἢ ψυχρούς, αἱ δὲ ὑπὸ δαιμόνων ταραττόμεναι. Πάντως δὲ μετὰ τῆς λόγου ὑπομένουσι, μεθ' ὧσπερ καὶ ἁμαρτον· δι' ἣν καὶ τὸ σκιοειδὲς σῶμα ὑφίσταται d, ὁ περὶ τοὺς τάφους καὶ μάλιστα τῶν κακῶς ζηνάντων ὁρᾶται.